Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.344 Joseph. AJ 19.349 (English) >>Joseph. AJ 19.354

19.347ἀναθορὼν οὖν πρὸς τοὺς φίλους, “ θεὸς ὑμῖν ἐγώ, φησίν, ἤδη καταστρέφειν ἐπιτάττομαι τὸν βίον, παραχρῆμα τῆς εἱμαρμένης τὰς ἄρτι μου κατεψευσμένας φωνὰς ἐλεγχούσης· κληθεὶς ἀθάνατος ὑφʼ ὑμῶν ἤδη θανεῖν ἀπάγομαι. δεκτέον δὲ τὴν πεπρωμένην, θεὸς βεβούληται· καὶ γὰρ βεβιώκαμεν οὐδαμῇ φαύλως, 19.348ἀλλʼ ἐπὶ τῆς μακαριζομένης λαμπρότητος.” ταῦθʼ ἅμα λέγων ἐπιτάσει τῆς ὀδύνης κατεπονεῖτο· μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον ἐκομίσθη καὶ διῇξε λόγος εἰς πάντας, ὡς ἔχοι τοῦ τεθνάναι παντάπασι μετʼ ὀλίγον. 19.349 πληθὺς δʼ αὐτίκα σὺν γυναιξὶν καὶ παισὶν ἐπὶ σάκκων καθεσθεῖσα τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευεν ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς δὲ πάντʼ ἦν ἀνάπλεα καὶ θρήνων. ἐν ὑψηλῷ δʼ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς καταπίπτοντας ἄδακρυς οὐδʼ αὐτὸς διέμενεν. 19.350συνεχεῖς δʼ ἐφʼ ἡμέρας πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον κατέστρεψεν, ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος καὶ τέταρτον, τῆς βασιλείας δʼ ἕβδομον. 19.351τέτταρας μὲν οὖν ἐπὶ Γαΐου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφώς, τρεῖς δʼ ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας, ἐν οἷς τῶν τε προειρημένων ἐβασίλευσεν καὶ τὴν Ἰουδαίαν προσέλαβεν Σαμάρειάν τε καὶ Καισάρειαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.344 Joseph. AJ 19.349 (English) >>Joseph. AJ 19.354

Powered by PhiloLogic